Βίος καὶ πολιτεία Ἁγίων,  Γενικά,  Ἐκδόσεις,  Μπορεῖ νὰ μᾶς Ἐνδιαφέρει...,  Νὰ ἀνεβοῦμε λίγο ψηλότερα,  Σύγχρονη Οἰκογένεια

Ἡ Δορκὰς τῶν Ἀθηνῶν (κύριο ἄρθρο Φεβρουαρίου)

Οὐρανὸς πολύαστρος ἐστὶ ἡ ἐκκλησία καὶ κῆπος χαρίτων, ἀγαπητοὶ ἀναγνῶσται. Ὡς γέννημα δὲ ἀγάπης, ἐνισχυομένη τῷ τοῦ Σωτῆρος ζωογόνῳ αἵματι καὶ πεποικιλμένη τῷ φωτὶ τῆς Ἀναστάσεώς Του, πορεύεται διαρκῶς κατὰ πάντα χρόνον καὶ χῶρον κηρύττουσα τὸν τῆς σωτηρίας λόγον καὶ καλοῦσα πάντας πρὸς τὴν ἀληθινὴν πίστιν, ζωήν τε καὶ πολιτείαν, ἵνα φωτόμορφα τέκνα καὶ ἀγλαόκαρπα τῆς ἀγάπης βλαστήματα ἅπαντες οἱ πιστοὶ καταστῶμεν.

Τοιοῦτο ἕν καλλιέλαιον βλάστημα καὶ φωταυγὲς μετέωρον ἐστὶ ἡ τῶν Ἀθηνῶν νέα δορκάς, ἡ Ἁγία τῶν Ἀθηνῶν Φιλοθέη. Ἀναφυεῖσα αὗτη ἐκ τῆς Ἀττικῆς γῆς κληρονομίαν ἔσχε σύμφυτον τὴν ἱλαρότητα τῆς ἐλαίας, τὴν καθαρότητα τοῦ ἀττικοῦ οὐρανοῦ καὶ τὸ ὀρέγεσθαι τοῦ εἰδέναι. Διὸ καὶ ῥαδίως τὴν θεόσταλτον κλῆσιν δεξαμένη τὴν οὐρανόδρομον κλίσιν προέκρινε καὶ πλουσίων χαρισμάτων γέγονε κάτοχος. ἄλλως τε τοῦ φυσικοῦ πλούτου οὐ δούλη γενομένη, ἀλλ’ ὑπηρέτῃ τούτῳ χρησαμένῃ ταῖς ἀνάγκαις τῶν ἀδελφῶν συμμετεῖχε, πολλὰς δὲ γυναῖκας ἐπαίδευσε καὶ ἐστήριξε, βοηθός τε καὶ φῶς πᾶσι τοῖς ἀδικουμένοις γέγονε καὶ δὴ ἐν σκότει δουλείας ζοφερᾶς.

Ἑπόμενοι οὖν τῇ φαεσφόρῳ καὶ καρποφόρῳ ζωῇ τε καὶ πολιτείᾳ ταύτης ἐν τῷ φωτὶ τοῦ Ἡλίου τῆς Δικαιοσύνης ζήσωμεν, ἵνα ἔργα ἀγαθὰ καὶ φωτεινὰ ἐν καιροῖς χαλεποῖς πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν πάντων ἡμῶν ποιήσωμεν.

Βασίλειος Τσούπρας