Παιδίον νέον (Κύριο Ἄρθρο Δεκεμβρίου)
«Παιδίον, ἀγαπητοὶ ἀναγνῶστες, παιδίον νέον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν»﮲ διὸ καὶ Ἄγγελοι ὑμνοῦσι, ποιμένες ἀγραυλοῦσι καὶ μάγοι δῶρα προσφέρουσι, χρυσὸν ὡς βασιλέα, σμύρνα ὡς ἄνθρωπον καὶ λίβανον ὡς Θεόν.
Ἐπιδοθὲν δὲ ὡς βρέφος τῷ πρεσβύτῃ Συμεὼν ἐγνώσθη ὑπ’ αὐτοῦ ὡς Θεὸς τέλειος καὶ Σωτὴρ γένους ἀνθρωπίνου ἰσχυρός. Διασωθεὶς δὲ ὁ θεόπαις οὗτος ἐκ τῆς μανίας παιδοκτόνων καὶ παιδοφθόρων καὶ πρόσφυξ εἰς Αἴγυπτον γενόμενος ἰδοὺ ἐν τῷ Ναῷ τῶν Ἱεροσολύμων ἔστη καὶ τῇ σοφίᾳ καὶ ταῖς γνώσεσι Αὐτοῦ τοὺς πάντας κατέπληττε.
Προκόπτων δ’ ἅμα τῇ ἡλικία καὶ τῇ παιδείᾳ παρὰ Θεῷ καὶ παρ’ ἀνθρώποις ἀφίκετο ἐν Ἰορδάνῃ, ἵνα ἀκουστῇ ἡ μαρτυρία παρὰ τοῦ Πατρός: «Οὗτος ἐστὶν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα» (Ματθ., γ’ 17). Μαρτυρούμενος οὖν ὑπὸ τοῦ πατρὸς καὶ μαθητὰς ἐπιλέγων ἤρξατο τὸ τῆς μετανοίας κήρυγμα καὶ τῆς ἀγάπης μήνυμα, λέγων «Ἀγαπᾶτε ἀλλήλους» (Ἰωάν., ιγ’ 34).
Πλὴν δὲ τοῦ τῆς μετανοίας κηρύγματος καὶ τῆς ἀγάπης μηνύματος τοὺς παῖδας ἐπροστάτευε, ἀναφωνῶν: «Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν» (Ματθ. ιθ’ 14), προσθεὶς δὲ ἐν ταὐτῷ: «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν» (Ματθ., ιη’ 3).
Ἡ δὲ πρὸς τὰ παιδία ἀγάπη Αὐτοῦ φανερὰ γίνεται διὰ τῆς ἀναστάσεως τοῦ τὲ παιδὸς τῆς χήρας τῆς Ναΐν καὶ τῆς τοῦ Ἰαείρου θυγατρός. Οἱ δὲ παῖδες τῶν Ἱεροσολύμων αἰσθόμενοι τὴν πρὸς ἑαυτοὺς καὶ ἀλλήλους ἀγάπην, κόπτοντες κλάδους φοινίκων ἐπὶ τῇ εἰσόδῳ αὐτοῦ εἰς τὴν πόλιν αὐτῶν ἔκραζον τὸ «Ὡσαννά». Κατὰ δὲ τὴν σταυρικὴν ὑπὲρ τοῦ κόσμου θυσίαν Αὐτοῦ οὐχὶ ὁ πρεσβύτερος τῶν μαθητῶν ἀλλὰ ὁ νεώτερος παρέστη, σημαίνων ὅτι κατὰ τὴν πορείαν τῆς τοῦ Εὐαγγελίου διαδόσεως οἱ νέοι καὶ τὰ παιδία πρωτοπόροι καὶ πρωτεργάται γενήσονται.
Ἕνεκα δ’ ὅμως τούτου ἡ μανία τῶν ἐξουσιαστῶν τοῦ κόσμου τούτου κατ’ αὐτῶν ἐξέσπασε καὶ ἑκατομμύρια ἀθλητῶν μαρτύρων προέκυψαν. Ἡ μανία αὕτη κατὰ τῶν παίδων καὶ τῶν νέων οὐκ ἐπαύσατο ἔτι καὶ κατὰ τὰς ἡμέρας ἡμῶν. Πάμπολλοι δὲ παιδοκτόνοι, παιδοφθόροι, παιδοεκμαυλισταὶ καὶ παντὸς ἄλλου εἴδους ἐκμεταλλευταὶ τοὺς παῖδας κακοποιοῦσι καὶ τοῖς παρανόμοις αὐτῶν ἔργοις ἐμπλέκουσι. Ἑκατομμύρια δὲ παίδων ὑπ’ αὐτῶν τούτων τῶν γονέων θανατοῦνται πρὸ τοῦ τὸ φῶς τῆς ἡμέρας ἰδεῖν. Ἀλλὰ καὶ πολλοὶ γεννηθέντες κακοποιοῦνται πολλάκις ὑπ’ αὐτῶν τούτων τῶν γεννητόρων καὶ ὑπὸ τῶν τὴν ἀνατροφὴν τῶν παίδων ἐχόντων, οἵτινες ἀντὶ τῆς ἀνατροφῆς τὴν καταστροφὴν τῶν παίδων κατεργάζονται.
Τίς οὖν τοὺς παίδας ἐκ τοιαύτης δεινῆς καταστάσεως ῥύσεται; Τίς ἄλλος ἐκτὸς τῆς τοῦ νέου παιδίου ἀγάπης τε καὶ δυνάμεως! Διὸ ὀφείλομεν πάντες οἱ τοῦ Παντοδυνάμου νέου παιδὸς ἐρασταὶ ἐργάζεσθαι καὶ συνεργάζεσθαι ὑπὲρ τῆς τῶν παίδων σωτηρίας τε καὶ προόδου. Τοῦτο δὲ γενήσεται, ἐὰν πάντες, γονεῖς, διδάσκαλοι, κληρικοὶ καὶ πολιτικοί, τὴν ὁδὸν τῆς πίστεως, τῆς ἀρετῆς, τῆς σωφροσύνης, τῆς δικαιοσύνης τε καὶ τῆς ἀγάπης πορευθῶμεν καὶ ἐν ἀλλήλοις τὴν ἀγάπην βιώσωμεν.
Εὐξώμεθα οὖν πάντες ὅπως τὸ νέον παιδίον καὶ Σωτὴρ ἡμῶν ἀξιώσῃ ἡμᾶς εὐσεβῶς, σωφρόνως καὶ δικαίως ζήσωμεν καὶ τοὺς παῖδας προασπισώμεθα πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν πάντων ἡμῶν καὶ δὴ τῶν παίδων.
Γένοιτο!
Β. Τσούπρας