Εὐχὰς ἀλλὰ καὶ πράξεις
Εὐχάς, ἀγαπητοὶ ἀναγνῶσται, πολλὰς εὐχὰς ἔδομεν καὶ ἐλάβομεν κατὰ τὴν ἑόρτιον περίοδον τοῦ Δωδεκαημέρου τῶν Χριστουγέννων. Εὐχὰς ὑπὲρ ὑγείας, ὑπὲρ εὐρωστίας, ὑπὲρ μακροημερεύσεως καὶ πολλαπλῆς προκοπῆς τε καὶ προόδου.
Καλόν δ’ ἐστὶν τὸ ὑπὲρ ἀλλήλων εὔχεσθαι, τὸ δὲ ὑπὲρ ἀλλήλων ἐργάζεσθαι κάλλιον τούτου ἐστίν, ἐπεὶ τὸ ἀγαπᾶν ἀλλήλους τὸ τῆς εὐχῆς περιεχόμενον τελειοῖ. Διὸ σὺν τῇ εὐχῇ ἀναγκαία ἐστὶ καὶ ἡ ἔμπρακτος συμμετοχὴ τῆς ἀγάπης. Πρωτίστως δὲ ἀναγκαῖον ἐστὶν ὅπως τὸ περιεχόμενον τῆς εὐχῆς ὁμότροπον τῷ ἀγαθῷ θελήματι τοῦ Παντοδυνάμου Βασιλέως τῆς εἰρήνης εἶναι. Ὁ θεῖος Λυτρωτὴς τὰ πάντα τοῖς ἀνθρώποις δίδωσιν· εἰσέτι δὲ καὶ τὴν ζωὴν αὐτοῦ ὑπὲρ πάντων τίθησιν, πλήν ὅμως ἀδυνατεῖ κακοποιῆσαι, οὐδὲ ἐκπληροῖ εὐχάς τε καὶ ἐπιθυμίας ἀντιστρατευομένας τῇ ἀγάπῃ, τῇ ἀληθείᾳ καὶ τῇ δικαιοσύνῃ. Τοῦτο δὲ προσφυῶς ὁ λαὸς φησί: «Ἐὰν ὁ Θεὸς εἰσήκουε τῶν κοράκων, ἀπώλλυντο ἄν ἅπαντα τὰ ὀνάρια». Ἐπεὶ οὖν «οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός», «τοῖς δὲ ἀγαπῶσιν Αὐτόν πάντα συνεργεῖ εἰς ἀγαθόν», διὰ τοῦτο ἡ Γραφὴ λέγει: «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον… τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου».
Ἀνάγκη ὡσαύτως ἐστὶν ὅπως σὺν τῇ ἀγαθῇ εὐχῇ καὶ ἀγαθὰ ἔργα πρὸς εὐόδωσιν τῆς εὐχῆς ἀεὶ πράττωμεν. Πῶς δυνάμεθα πνεύμονας ὑγιεῖς ἔχειν, ὅταν ἀέρια δηλητηριώδη εἰσπνέωμεν ἤ νοῦν καθαρὸν ἐν ἀκαθάρτοις ἐνθυμήμασιν διατηρεῖν; Ὁμοίως πῶς ἀναμένομεν ἔργα ἀγαθὰ καὶ φιλάδελφα παρὰ ἀνδρῶν σαπρῶν καὶ σκληροκάρδων;
Διό, ἀγαπητοὶ ἀναγνῶσται, μηκέτι εἰς ἄσκοπον σκοπὸν σκοπῶμεν, ἀλλὰ τὸ ἀγαθὸν ἐπιθυμοῦντες καὶ τοῦτο σκοποῦντες ὑπὲρ τούτου εὐξώμεθα καὶ πράξεις ποιήσωμεν, ἵνα ὁ δωρεοδότης Βασιλεὺς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἀεὶ ἡμῖν ὑγείαν τε καὶ ῥώμην καὶ μακροημέρευσιν παρέχει, τῇ δὲ οἰκουμένῃ εἰρήνην τε καὶ πρόοδον ἐν παντὶ καὶ κατὰ πάντα καὶ διὰ πάντας.
Μετ’ εἰλικρινῶν εὐχῶν,
Βασίλειος Τσούπρας
(Κύριο ἄρθρο εἰς τὸ φύλλο Ἰανουαρίου 2022)