Βίος καὶ πολιτεία Ἁγίων,  Γενικά,  Ἐκδόσεις,  Μπορεῖ νὰ μᾶς Ἐνδιαφέρει...,  Νὰ ἀνεβοῦμε λίγο ψηλότερα,  Σὰν Σήμερα,  Σύγχρονη Οἰκογένεια,  Φύλλα ἐφημερίδας

Ἐτέχθη ὁ Σωτήρ

Χαίρετε, ἀγαπητοὶ ἀναγνῶστες! Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι τῶν ἀγγέλων ὑμνούντων, τῶν ποιμένων ἀγραυλούντων, τοῦ ἀστέρος φέγγοντος καὶ τοὺς μάγους ὁδηγοῦντος ἐτέχθη ὁ Σωτήρ. Ὁ Ἄναρχος ἀρχὴ λαμβάνει καὶ σαρκοῦται ὁ Θεός, ἵνα ἡμᾶς ἐν πνεύματι ἀναγεννήσῃ καὶ ζωὴν τὴν αἰώνιον τοῖς πᾶσιν χαρίσηται.

Ἐπειδὴ δὲ οὗτος Βασιλεὺς τῶν οὐρανῶν καὶ ποιητὴς τῶν ὅλων ὑπάρχει, ηὐδόκησε καὶ ἐπὶ γῆς τὴν καινὴν καὶ κοινὴν αὐτοῦ Βασιλεία ἀποκαταστῆναι, τοὺς πάντας καλῶν εἰς μετάνοιαν καὶ εἰς τὴν τῶν θείων δωρεῶν ἀπόλαυσιν. Τοῖς γὰρ εἰς Αὐτὸν πιστεύουσι, ἐξουσίαν ἔδωκε τέκνα Θεοῦ καὶ μέλη τῆς Αὐτοῦ βασιλείας γενέσθαι. Διὸ ἐν τῷ ἁγίῳ Αὐτοῦ Σώματι αὐτοὺς ἐμφυτεύων καὶ τῷ ἰδίῳ αὐτοῦ αἵματι καθαρίζων καὶ ταῖς ἀρετὲς ὡραΐζων, συνεστίους τούτους ποιεῖ ἐν τῇ αἰωνίῳ αὐτοῦ Βασιλείᾳ, Βασιλεία δικαιοσύνης, εἰρήνης τε καὶ ἀγαθότητος.

Ἐν δὲ τῇ Βασιλείᾳ Αὐτοῦ οὐδείς ἔστιν ἐνδεὴς ἤ ἀνέστιος ἤ γυμνητεύων, οὐδὲ ἐν αὐτοῖς ἄλλοι μὲν πολλὰ ἔχουσι καὶ κατέχουσι, ἄλλοι δὲ οὐδὲν ἔχουσι, ἀλλὰ τὰ πάντα ἐν αὐτοῖς κοινὰ ἐστί. Κοινὴ δ’ αὐτοῖς ἡ χαρὰ καὶ ἡ λύπη. Οἱ δὲ διάκονοι οὐ τυγχάνουσι ἐξουσιασταί, ἑτέρους μὲν κυριεύοντες, ἑτέρους δὲ ὑποβλέποντες, ἀλλὰ ὡς καλοὶ ποιμένες τὸ ἐμπιστευθὲν αὐτοῖς ποίμνιον τοῦ Κυρίου καὶ Θεοῦ ἐν ὑπομονῇ καὶ ἀγάπη θεραπεύουσι καὶ τὴν ψυχὴν αὐτῶν ὑπὲρ αὐτοῦ τιθέασι.

Ὅπου δὲ διχοστασίαι, ἔριδες καὶ δεσποτικαὶ τάσεις, ἐκεῖ οὐκ ἔστιν πολιτεία Χριστοῦ, ἀλλὰ συναγωγὴ πονηρευομένων καὶ σπήλαιον ληστῶν. Πολλὰ γὰρ τέκνα τοῦ Θεοῦ ὑπὸ τοιούτων κοσμικῶν καθεστώτων κακῶς πεπόνθασι, ἔτι δὲ καὶ νῦν πολλὰ δεινὰ πάσχουσι. Πόλεμοί τε καὶ μάχαι ἐξ αἰτίας αὐτῶν γίγνωνται, πολλοὶ δὲ πεινῶντες, γυμνητεύοντες καὶ ἀνέστιοι τυγχάνουσι.

Διό, ἀγαπητοὶ ἀναγνῶσται, τὴν τοῦ Βασιλέως καὶ Σωτῆρος ἡμῶν Ἐνανθρώπησιν ἑορτᾶσαι ἑτοιμαζόμενοι, παντὸς ἄλλου τυραννίαν φεύγοντες ἐναντι ωθῶμεν κατὰ πάσης ἐκμεταλλευτικῆς ἀνθρώπων τε καὶ λαῶν ἐξουσίας. Ὡσαύτως δὲ καὶ ἡμεῖς πᾶσαν ἐφάμαρτον τάσιν ἀποθώμεθα καὶ ἀπὸ πάσης κοσμικῆς ἐξαρτήσεως ἐλευθερωθῶμεν, ἵνα τὸν χῶρον τῶν καρδιῶν ἡμῶν τῇ μετανοίᾳ, νηστείᾳ τε καὶ προσευχῇ καὶ ἔργοις ἀγαθοῖς εὐπρεπίσωμεν, ὅπως καὶ ἐν ἡμῖν ὁ Βασιλεὺς ἡμῶν γεννηθῇ καὶ ἡμᾶς ἀναγεννήσῃ καὶ τέκνα Θεοῦ ποιήσῃ.

Δεῦτε οὖν καὶ ἡμεῖς σὺν ποιμένοις καὶ μάγοις προσκυνήσωμεν καὶ σὺν ἀγγέλοις ψάλλωμεν τὸ «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία» πρὸς σωτηρίαν ἡμῶν καὶ πάντων τῶν ἀνθρώπων.

Βασίλειος Τσούπρας

(ἀναδημοσίευση, ἀρ. φύλλου 751, Δεκέμβριος ‘21)