Γενικά,  Ἐκδόσεις,  Μπορεῖ νὰ μᾶς Ἐνδιαφέρει...,  Νὰ ἀνεβοῦμε λίγο ψηλότερα,  Φύλλα ἐφημερίδας

Ἐλευθεροῦτε πατρίδα

(Κύριο ἄρθρο τεύχους ἐφημερίδος Μαρτίου 2022)

«Ἴτε, παῖδες Ἑλλήνων, ἐλευθεροῦτε πατρίδα, θεῶν τε πατρώων ἕδη», ἔμελπον ἠχηρᾷ τῇ φωνῇ οἱ ἀρχαῖοι ἡμῶν πρόγονοι, καλοῦντες τοὺς νέους ἀγωνίζεσθαι ὑπὲρ τῆς τῶν πάντων ἐλευθερίας καὶ τῆς τῶν πολυτίμων θησαυρῶν διαφυλάξεως. Καὶ ὁ παιὰν οὗτος κατέληγε: «νῦν ὑπὲρ πάντων ὁ ἀγών».

Ἡ φράσις δὲ αὕτη ἱκανὴν ἀπάντησιν τοῖς συγχρόνοις ἡμῖν δοκησισόφοις δίδωσι, τοῖς φάσκουσι ὅτι ὁ ἐν ἔτει 1821 ἀρξάμενος ἀγὼν ἡμῶν οὐκ ἐθνικὸς ἀλλὰ κοινωνικὸς ἦν. Οὐκ ἀπέβλεπε δηλαδὴ εἰς τὴν τῆς πατρίδος ἀπελευθέρωσιν ἀλλὰ εἰς τὴν τῶν ἀδικουμένων κοινωνικῶν ὁμάδων δικαίωσιν. Ἀλλὰ τίς ἡμᾶς ἀναγκάζει δυοῖν θάτερον καὶ οὐχὶ ἀμφότερα (=τὸ ἕνα ἀπὸ τὰ δύο καὶ ὄχι και τὰ δύο) δέχεσθαι; Γνωστὸν τοῖς πᾶσιν ἐστὶν ὅτι τὸ σῶμα ἡμῶν ἕν ὄν μέλη ἔχει πολλά, ἀλλὰ καὶ πάντα τὰ μέλη τὸ ἕν σῶμα συνίστησι καὶ ἀλλήλοις βοηθεῖ. Οὕτω καὶ τὸ πνεῦμα ἡμῶν ἕν ὄν πολλὰς ἔχει τὰς ἐπιδιώξεις καὶ τὸ μέλημα αὐτοῦ ὑπὲρ ὅλων τῶν θησαυρῶν ἐστίν. Διὰ τοῦτο ὁ θεολόγος Γρηγόριος πρὸς τὸν Ἰουλιανὸν τὸν παραβάτην ἀπευθυνόμενος ἔγραφε: «Τὸ ἑλληνίζειν ἐστὶ πολυσήμαντον». Ὁμοίως καὶ πᾶς ἀγὼν τοῦ ἑλληνισμοῦ ὑπὲρ πάντων τῶν ἀγαθῶν γίνεται, καὶ ἐθνικῶν καὶ πολιτικῶν καὶ κοινωνικῶν καὶ μορφωτικῶν.

Ὁ Ἕλλην, ἄλλωστε, λόγος ἀεὶ τὴν τῶν πραγμάτων γνῶσιν καὶ τὴν τῶν ἀνθρωπίνων σχέσεων ὁμαλότητα ἐπιζητῶν πολύπλευρος καὶ πολυειδὴς γίνεται καὶ τῆς ἐλευθερίας τε καὶ τῆς ἀληθείας διάκονος, διὸ καὶ οἱ προπάτορες ἡμῶν ἔφασκον: «εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης», «τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ᾽ ἐλεύθερον τὸ εὔψυχον». Ἕλλην ἄλλωστε οὐδεὶς καλεῖται εἰ μὴ τῆς τῶν Ἑλλήνων παιδείας μετέχει. Τοῦτο ἐπιβεβαιοῦσιν οἱ πολλοὶ καὶ ποικίλοι ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνες τῶν Ἑλλήνων, τὸ δὲ δημῶδες ἠχηρῶς λέγει: «Τοῦ Ἕλληνος ὁ τράχηλος ζυγὸν δὲν ὑπομένει». Ἐξ ἄλλου ὁ ὅρκος τῶν ἀγωνιστῶν τοιοῦτος ἦν: «Ἐλευθερία ἤ Θάνατος» καὶ ὁ τῆς ἐλευθερίας ἀοιδὸς ἔκραζε: «Καλύτερα μιᾶς ὥρας ἐλεύθερη ζωή, παρὰ σαράντα χρόνια σκλαβιὰ καὶ φυλακή». Τὴν δὲ ἐλευθερίαν ταύτην ἐσεβάσθη καὶ ὁ ἡμᾶς ἐλευθερώσας Σωτήρ, λέγων: «Ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε». Ἡ καλή δ’ ὅμως ἢ κακὴ τῆς ἐλευθερίας ταύτης χρῆσις ἐκ τῆς ἡμετέρας καλῆς ἢ κακῆς προαιρέσεως ἐξαρτᾶται.

Ἵνα οὕτως ὑπὲρ τῆς ἐλευθερίας γενναίως καὶ λυσιτελῶς ἀγωνιζώμεθα, ἀνάγκη πᾶσα ἐστὶ τὴν τοῦ συνειδότος ἐλευθερίαν ἀεὶ ἔχωμέν τε καὶ κατέχωμεν. Πῶς οὖν δυνάμεθα ὑπὲρ τῆς πολυειδοῦς ἐλευθερίας ἀγωνίζεσθαι, ὅταν ἡ ψυχὴ ἡμῶν δούλη τῶν παθῶν ἐστὶ καὶ τῶν κακῶν ἐθισμῶν αἰχμάλωτος; Ὁ δὲ Ἀπόστολος Παῦλος ὑπομιμνήσκει ὅτι ἕτερος νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἐν ἡμῖν ἐστὶν καὶ πολλάκις οὐχὶ τὰ δέοντα ἀλλὰ τὰ ἐπιβαλλόμενα ὑπὸ τοῦ νόμου τούτου τῆς δουλείας πράττωμεν.

Ἄρα πρό τινος ἄλλου ἀγῶνος ὑπὲρ τῆς ἐν γένει ἐλευθερίας ἀνάγκη πᾶσα ἐστὶν ἡμᾶς αὐτοὺς καθάραι καὶ τὴν ψυχὴν ἡμῶν ἐλευθέραν πάσης ἐξαρτήσεως καὶ παντὸς πάθους διατηρῆσαι, ἵνα μὴ αἱ φιλάργυραι, φιλόδοξαι, φιλήδοναι καὶ πᾶσαι ἄλλαι φίλαυται κλίσεις καὶ ἀποκλίσεις τὴν ψυχὴν ἡμῶν εἰς πονηρὰς ἀτραποὺς παρασύρωσιν καὶ ἡμᾶς εἰς ζοφερὰ τῆς δουλείας καταγώγια καταβυθίζωσιν.

Πολλὰ ἄλλωστε ἐστὶ τὰ ὀδυνηρὰ ἀποτελέσματα τοιούτων ἐκτροπῶν. Ἤδη δριμὺς πόλεμος ἄρχεται παρὰ λαῶν λόγῳ μὲν ὀρθοδόξων ἔργῳ δὲ κακοτρόπων. Κύριος οἶδε ποῖ βαίνομεν. Ἀλλὰ καὶ ἡ ἔλλειψις συνεργασίας τῶν ἐν τῇ χώρᾳ ἡμῶν ὀρθοδόξων δυνάμεων αἰτία ἔχει τὴν μὴ ἀπελευθέρωσιν ἡμῶν ἀπὸ ἐξωτερικῶν καὶ ἐσωτερικῶν ἐξαρτήσεων.

Νῦν, ἀγαπητοὶ ἀναγνῶσται, καιρὸς εὐπρόσδεκτος πρὸς μετάνοιαν καὶ ἐσωτερικὴν κάθαρσιν ἐστίν. Ὁ ὑπὲρ πάντων Σταυρωθεὶς καὶ Ἀναστὰς Κύριος πάντας καλεῖ πρὸς μετάνοιαν, κάθαρσιν καὶ παντοδαπὴν ἐλευθερίαν, ἵνα καὶ ἐν τῇ πατρίδι ἡμῶν ἐλευθερίαν ἔχωμεν καὶ ἐκ τῶν κύκλῳ περιστοιχιζομένων ἡμῶν καὶ ὠρυομένων λύκων διασωθῶμεν.

Δεῦτε οὖν πάντες μετανοήσωμεν, ἵνα καὶ τὰ δῶρα τῆς ἐλευθερίας γευσώμεθα πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν ὅλων.

Βασίλειος Τσούπρας