Βυζαντινὰ Κάλαντα (Ὁλόκληρη ἀκροστιχίδα)
Ἄ — Ἄναρχος Θεὸς καταβέβηκεν,καὶ ἐν τῇ Παρθένῳ κατῴκησεν.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Β — Βασιλεὺς τῶν ὅλων καὶ Κύριος,ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Γ — Γηγενεῖς σκιρτάτε καὶ χαίρεσθε,τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Δ — Δέξαι Βηθλεέμ τὸν Δεσπότην σου,Βασιλέα πάντων καὶ Κύριον.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Ε — Ἐξ ἀνατολῶν Μάγοι ἔρχονται,δῶρα προσκομίζοντες ἄξια.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ζ — Ζητοῦν προσκυνήσαι τὸν Κύριον,τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ή — Ἦνεγγεν ἀστήρ μάγους ὁδηγῶν,ἔνδον τοῦ σπηλαίου ἐκόμισεν.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Θ — Θεός, βασιλεύς προαιώνιος,τίκτεται ἐκ κόρης Θεόπαιδος.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ι — Ἰδών ὁ Ἡρώδης ὡς ἔμαθεν,ὅλως ἐξεπλάγη ὁ δείλαιος.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Κ — Κράζει καὶ βοᾷ πρὸς τοὺς ἱερεῖς,τοὺς δοξολογοῦντας τὸν Κύριον.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Λ — Λέγετε σοφοὶ καὶ διδάσκαλοι,ἄρα ποῦ γεννᾶται ὁ Κύριος;
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Μ — Μέγα καὶ φρικτόν τὸ τεράστιον,ὁ ἐν οὐρανοῖς ἐπεδήμησεν.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ν — Νύκτα Ἰωσήφ ῥῆμα ἤκουσεν,ἄγγελος Κυρίου ἐλάλησεν.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Ξ — Ξένον καὶ παράδοξον ἄκουσμακαὶ ἡ συγκατάβασις ἄρρητος.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ο — Ὁ μακροθυμίσας καὶ εὔσπλαχνος,πάντων ὑπομένει τὰ πταίσματα.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Π — Πάλιν οὖρανοί ἀνεώχθησαν,ἄγγελοι αὐτοῦ ἀνυμνήτωσαν.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ρ — Ῥήτορες ἐλθόντες προσέπεσονβασιλέα μέγαν καὶ ἔνδοξον.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Σ — Σήμερον ἡ κτίσις ἀγάλλεταικαὶ πανηγυρίζει καὶ εὐφραίνεται.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Τ — Τάξεις τῶν ἀγγέλων ἐξέστησανἐπὶ τὸ παράδοξον θέαμα.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Ύ — Ύμνους καὶ δεήσεις ἀνέμελποντῶν πάντων δεσπότην καὶ ἄνακτα.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Φ — Φῶς ἐν τῷ σπηλαίῳ ἀνέτειλεκαὶ τοῖς ἐν τῷ σκότει ἐπέλαμψε.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Χ — Χαίρουσα ἡ φύσις ἀγάλλεταικαὶ πανηγυρίζει καὶ εὐφραίνεται.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Ψ — Ψάλλοντες Χριστόν, τὸν Θεὸν ἡμῶν,τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἐπωδός: Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Δέσποινα.
Ω — Ὠ Παρθενομήτορ καὶ Δέσποινα,σώζε τοὺς εἰς σὲ καταφεύγοντας.
Ἐπωδός:Ἔρουρεμ, ἔρουρεμ, ἔρου, ἔρου, ἔρουρεμ· χαῖρε Ἄχραντε.
Η επωδός «Ερουρέμ… Χαίρε Άχραντε/Δέσποινα» αποτελεί μελωδική και λειτουργική επανάληψη που θυμίζει τα βυζαντινά παραδοσιακά μέλη και χρησιμεύει ως μουσική «γέφυρα» ανάμεσα στους στίχους (3).
Οι επαναλαμβανόμενες επωδοί λειτουργούν ως μουσική και υμνολογική κορύφωση. Δεν αποτελούν απλώς λαϊκό στοιχείο, αλλά φορέα θεολογικής χαράς, μέσω του οποίου η κοινότητα συμμετέχει ενεργά στο μυστήριο της Γεννήσεως.


