Ἡ ὑπέροχη εὐχὴ τοῦ Μεγάλου Βασιλείου γιὰ τὸ νέο ἔτος
Κύριε ὁ Θεός ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος
Μέγας Βασίλειος
καὶ ἐπέκεινα* παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καὶ τὸν ἐσόμενον* πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ* καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους* εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους*, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως* ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβές ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον*· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἥν* τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ’ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεόν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
«Κύριε ὁ Θεός ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα* παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καὶ τὸν ἐσόμενον* πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ* καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους* εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους*, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως* ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβές ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον*· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἥν* τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ’ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεόν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπόμνημα
ἐπέκεινα παντὸς χρόνου: πέρα ἀπὸ κάθε χρόνο.
τὸν γεγονότα, τὸν ὄντα καὶ τὸν ἐσόμενον πληρῶν: εσυ που γεμίζεις τον περασμένο, τον τωρινό και τον επόμενο, τον μελλοντικό (χρόνο).
τῇ ἀφάτῳ σου μακροθυμίᾳ : με την ανείπωτη σου μακροθυμία.
ὄμβρους: βροχές.
τῷ στεφάνῳ …κοσμουμένους: που είμαστε στολισμένοι με τον στέφανο…
εὐσχημόνως : όμορφα
παραμύθησον: παρηγόρησε.
ἥν: την οποία (Εκκλησία)