Ἄρθρα Ἐφημερίδας

Ἐπ’ ἐλευθερίᾳ ἐκλήθημεν

Γνωστὸν τοῖς πᾶσιν ἐστὶν ὅτι τὸ σῶμα ἡμῶν ἕν ὄν μέλη ἔχει πολλά, ἀλλὰ καὶ πάντα τὰ μέλη τὸ ἕν σῶμα συνίστησι καὶ ἀλλήλοις βοηθεῖ. Οὕτω καὶ τὸ πνεῦμα ἡμῶν ἕν ὄν πολλὰς ἔχει τὰς ἐπιδιώξεις καὶ τὸ μέλημα αὐτοῦ ὑπὲρ ὅλων τῶν θησαυρῶν ἐστίν. Διὰ τοῦτο ὁ θεολόγος Γρηγόριος πρὸς τὸν Ἰουλιανὸν τὸν παραβάτην ἀπευθυνόμενος ἔγραφε: «Τὸ ἑλληνίζειν ἐστὶ πολυσήμαντον».

Ὁμοίως καὶ πᾶς ἀγὼν τοῦ ἑλληνισμοῦ ὑπὲρ πάντων τῶν ἀγαθῶν γίνεται, καὶ ἐθνικῶν καὶ πολιτικῶν καὶ κοινωνικῶν καὶ μορφωτικῶν. Διὸ καὶ οἱ προπάτορες ἡμῶν ἔφασκον: «εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης», «τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ᾽ ἐλεύθερον τὸ εὔψυχον». Ἐξ ἄλλου ὁ ὅρκος τῶν ἀγωνιστῶν τοιοῦτος ἦν: «Ἐλευθερία ἤ Θάνατος» καὶ ὁ τῆς ἐλευθερίας ἀοιδὸς ἔκραζε: «Καλύτερα μιᾶς ὥρας ἐλεύθερη ζωή, παρὰ σαράντα χρόνια σκλαβιὰ καὶ φυλακή».

Τὴν δὲ ἐλευθερίαν ταύτην ἐσεβάσθη καὶ ὁ ἡμᾶς ἐλευθερώσας Σωτήρ, λέγων: «Ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε». Ἡ καλή δ’ ὅμως ἢ κακὴ τῆς ἐλευθερίας ταύτης χρῆσις ἐκ τῆς ἡμετέρας καλῆς ἢ κακῆς προαιρέσεως ἐξαρτᾶται. Μέριμνα οὖν πᾶσα ἐστὶ ὅπως τὴν τοῦ συνειδότος ἐλευθερίαν ἀεὶ ἔχωμέν τε καὶ κατέχωμεν, ἵνα ὑπὲρ τῆς ἐλευθερίας γενναίως καὶ λυσιτελῶς ἀγωνιζώμεθα.

Πῶς οὖν δυνάμεθα ὑπὲρ τῆς πολυειδοῦς ἐλευθερίας ἀγωνίζεσθαι, ὅταν ἡ ψυχὴ ἡμῶν δούλη τῶν παθῶν ἐστὶ καὶ τῶν κακῶν ἐθισμῶν αἰχμάλωτος; Ὁ δὲ Ἀπόστολος Παῦλος ὑπομιμνήσκει ὅτι ἕτερος νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς ἐν ἡμῖν ἐστὶν καὶ πολλάκις οὐχὶ τὰ δέοντα ἀλλὰ τὰ ἐπιβαλλόμενα ὑπὸ τοῦ νόμου τούτου τῆς δουλείας πράττωμεν (Ρωμ., ζ’ 20-23).

Ἄρα πρό τινος ἄλλου ἀγῶνος ὑπὲρ τῆς ἐν γένει ἐλευθερίας ἀνάγκη πᾶσα ἐστὶν ἡμᾶς αὐτοὺς καθάραι καὶ τὴν ψυχὴν ἡμῶν ἐλευθέραν πάσης ἐξαρτήσεως καὶ παντὸς πάθους διατηρῆσαι, ἵνα μὴ αἱ ἀποκλίσεις τῆς φιλαυτίας, τῆς φιληδονίας, τῆς φιλοδοξίας καὶ ἕτεραι τοιαῦται τὴν ψυχὴν ἡμῶν εἰς πονηρὰς ἀτραποὺς παρασύρωσιν καὶ ἡμᾶς εἰς ζοφερὰ τῆς δουλείας καταγώγια καταβυθίζωσιν.

Πολλὰ ἄλλωστε ἐστὶ τὰ ὀδυνηρὰ ἀποτελέσματα τοιούτων ἐκτροπῶν. Ἤδη νέος δριμὺς πόλεμος ἄρχεται μετ’ ὀδυνηρῶν καὶ ἀνεξελέγκτων συνεπειῶν πρὸς ἅπαντας τοὺς λαούς. Ἀλλὰ καὶ ἡ ἔλλειψις συνεργασίας τῶν ἐν τῇ ἰδία ἡμῶν χώρᾳ δυνάμεων καὶ ἡ ἐν ταῖς ἄλλαις χώραις ἐνδημοῦσα ταραχὴ αἰτία ἔχει τὴν μὴ ἀπελευθέρωσιν ἡμῶν ἀπὸ ἐξωτερικῶν καὶ ἐσωτερικῶν ἐξαρτήσεων.

Νῦν εἴπερ ποτε, ἀγαπητοὶ ἀναγνῶσται, καιρὸς εὐπρόσδεκτος πρὸς μετάνοιαν καὶ ἐσωτερικὴν κάθαρσιν. Ὁ ὑπὲρ πάντων Σταυρωθεὶς καὶ Ἀναστὰς Κύριος πάντας καλεῖ πρὸς μετάνοιαν, κάθαρσιν καὶ παντοδαπὴν ἐλευθερίαν, ἵνα καὶ ἐν τῇ πατρίδι ἡμῶν ἐλευθερίαν ἔχωμεν, ἐκ τῶν ἐξωτερικῶν ἐχθρῶν διαφυλαχθῶμεν καὶ ἐν παντὶ τῷ κόσμῳ ἐν εἰρήνῃ διακείμεθα.

Δεῦτε οὖν πάντες μετανοήσωμεν, ἵνα καὶ τὰ δῶρα τῆς ἐλευθερίας γευσώμεθα πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν ὅλων.

† Βασίλειος Τσούπρας

(Κύριο ἄρθρο στὸ 799 φύλλο τῶν Ἐπάλξεων)