Χαῖρε, Σταυρὲ Τίμιε
Χαῖρε, Σταυρὲ Τίμιε
Χαῖρε, Σταυρὲ Τίμιε, τοῦ Θεανθρώπου σημεῖον.
Χαῖρε, Σταυρὲ πάμφωτε, τρισηλίου Θεότητος τὸ φῶς ἐπὶ γῆς ἀνατέλλων.
Χαῖρε Σταυρὲ ἔνδοξε, θεϊκῆς ἀγάπης τὸν πλοῦτον ἐν θυσίᾳ δεικνύων.
Χαῖρε, Σταυρέ, σύμβολον, καθολικῆς Ἐκκλησίας τὸ ἔργον ἐν κόσμῳ ἐμφαίνων.
Χαῖρε, Σταυρέ, ὁρόσημον, θεοτέλεστον ἕνωσιν ἀνθρώπων πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους ὁρίζων.
Χαῖρε, Σταυρὲ Τίμιε
Χαῖρε, Σταυρὲ Τίμιε, τοῦ Θεανθρώπου σημεῖον.
Χαῖρε, Σταυρὲ πάμφωτε, τρισηλίου Θεότητος τὸ φῶς ἐπὶ γῆς ἀνατέλλων.
Χαῖρε Σταυρὲ ἔνδοξε, θεϊκῆς ἀγάπης τὸν πλοῦτον ἐν θυσίᾳ δεικνύων.
Χαῖρε, Σταυρέ, σύμβολον, καθολικῆς Ἐκκλησίας τὸ ἔργον ἐν κόσμῳ ἐμφαίνων.
Χαῖρε, Σταυρέ, ὁρόσημον, θεοτέλεστον ἕνωσιν ἀνθρώπων πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους ὁρίζων.
Χαῖρε, Σταυρέ, ἀγλάϊσμα, τριπλῆς ἀγάπης τὸν σπόρον ἀνθρώποις ἐνσπείρων.
Χαῖρε, Σταυρέ, κραταίωμα, Χριστιανῶν ψυχὰς καθολικῶς ἐν Ὀρθοδόξῳ πίστει, γνώσει, τελειότητί τε καὶ φιλαδέλφῳ δράσει κρατύνων.
Χαῖρε, Σταυρέ, θερμαντήριον, καρδίας πιστῶν πόθῳ, ζήλω τε καὶ θείῳ ἔρωτι καταθάλπων.
Χαῖρε, Σταυρέ, φωτιστήριον, ἀνθρώπων διανοίας πρὸς γνῶσιν καὶ ἀρετὴν ἐν σοφίᾳ καὶ φρονήσει καταυγάζων.
Χαῖρε, Σταυρέ, ἐγερτήριον, βουλήσεις καὶ ἐνεργείας πρὸς δικαιοσύνην, εἰρήνην τε καὶ θυσίαν ἐξεγείρων.
Χαῖρε, Σταυρέ, θυσιαστήριον, πάθος Σωτῆρος καὶ σωτηρίαν πασχόντων ἑνὶ ἑκάστῳ καὶ κοινωνίᾳ πάσῃ προβάλλων.
Χαῖρε, Σταυρέ, λυτήριον, ὀφλημάτων ἀρχαίων καὶ ἑκάστου πταισμάτων τὸ χρέος ἐξαλείφων.
Χαῖρε, Σταυρέ, κακοῦ ὀλετήριον, προγονικὴν πρὸς Θεὸν θανατηφόρον ἀνυπακοήν, ἀδελφοκτόνον ἀδικίαν τε καὶ τὴν ἔσω κακίαν ἐν φιλανθρώπῳ χάριτι ἀφανίζων.
Χαῖρε, Σταυρέ, καθαρτήριον, συνειδήσεως βάθη ἐκ ῥύπου παντοδαπῆς ἁμαρτίας ἀποπλύνων.
Χαῖρε, Σταυρέ, παιδευτήριον, ἐν θεϊκῇ ταπεινώσει καὶ φύσεως ἐπιγνώσει οἰήσεως ὕψη καταρρίπτων.
Χαῖρε, Σταυρέ, ἰατήριον, τρωθεῖσαν φύσιν καὶ ἀμαυρωθεῖσαν εἰκόνα ἐκ φθορᾶς καὶ θανάτου διασῴζων.
Χαῖρε, Σταυρέ, φυτούργημα, τοῦ αὐξάνεσθαι ἐν πίστει καὶ πληθύνεσθαι ἐν ἀγάπῃ τὴν ἐκπλήρωσιν φέρων.
Χαῖρε, Σταυρέ, ὑποτύπωμα, ἐν σημειώσει εἰς Αἴγυπτον, ἐν διαβάσει θαλάσσης, ἐν στάσει προσευχῆς, ἐν ὑψώσει ὄφεως τὴν κοινὴν σωτηρίαν διὰ ταυτοσήμου θυσίας προμηνύων.
Χαῖρε, Σταυρέ, δώρημα, ταυτωνύμου τιμωρίας διὰ πρὸς Θεὸν ἀπείθειαν καὶ πρὸς ἀνθρώπους ἀδικίαν τὴν ἰσχὺν ἀνακόπτων.
Χαῖρε, Σταυρέ, ἱλαστήριον, δι’ ὑπακοῆς πρὸς θέλημα Πατρὸς καὶ συγχωρήσεως πρὸς ἐχθροὺς σταυροειδῆ ἐνοχὴν ἀποσβεννύων.
Χαῖρε, Σταυρέ, καύχημα, διὰ θυσίας τὴν νίκην καὶ διὰ θανάτου τὴν ζωὴν ἀνθρώποις πηγάζων.
Χαῖρε, Σταυρέ, πιστῶν ἀμυντήριον, πολυπλόκους παγίδας καὶ ἀμετρήτους ἐφόδους ἐχθροῦ σκοτεινοῦ καὶ τῶν τούτου ὀργάνων τῇ Σῇ ἐμφανίσει ἐν ἑκάστῳ ἀνθρώπῳ καὶ ἐν Ἐκκλησίᾳ ὅλῃ ἀναχαιτίζων.
Χαῖρε, Σταυρὲ Τίμιε, τοῦ Θεανθρώπου σημεῖον, ἐν Σοὶ γὰρ τὸν Σταυρωθέντα Σωτῆρα ὑμνοῦμεν καὶ ἐν Αὐτῷ φυλακτήριον τῆς πρὸς οὐρανοὺς ὑπάρχεις πορείας, πάντας ἡμᾶς ἀπὸ πάσης βλάβης φυλάσσων.
Ἐπίμετρο ἀπὸ τὸ βιβλίο τοῦ Β. Τσούπρα, θεολόγου-κοινωνιολόγου, «Σταυρὸς-Ζωὴ-Ἀνάσταση», Ἀθῆναι 2002, εἰς δόξαν τοῦ Ἐσταυρωμένου Σωτῆρος καὶ προτροπὴν διὰ τὴν καθολικὴν βίωσιν τῆς σταυροαναστασίμου ζωῆς καὶ πολιτείας Του πρὸς κοινὴν ἀνάστασιν καὶ σωτηρίαν.
Ἐπιτρέπεται ἡ ἀνατύπωσις τηρουμένης τῆς σχετικῆς δεοντολογίας
Πληροφορίες: Ὀρθόδοξη Ἐφημερίδα «Ἐπάλξεις», Ζήνωνος 3, β’ ὄρ., Ἀθήνα, τηλ.: 210 52 30948, 6987 353063