• Γενικά,  Ἐκδόσεις,  Μπορεῖ νὰ μᾶς Ἐνδιαφέρῃ...,  Νὰ ἀνεβοῦμε λίγο ψηλότερα,  Φύλλα ἐφημερίδας

    Ἐλευθεροῦτε πατρίδα

    (Κύριο ἄρθρο τεύχους ἐφημερίδος Μαρτίου 2022) «Ἴτε, παῖδες Ἑλλήνων, ἐλευθεροῦτε πατρίδα, θεῶν τε πατρώων ἕδη», ἔμελπον ἠχηρᾷ τῇ φωνῇ οἱ ἀρχαῖοι ἡμῶν πρόγονοι, καλοῦντες τοὺς νέους ἀγωνίζεσθαι ὑπὲρ τῆς τῶν πάντων ἐλευθερίας καὶ τῆς τῶν πολυτίμων θησαυρῶν διαφυλάξεως. Καὶ ὁ παιὰν οὗτος κατέληγε: «νῦν ὑπὲρ πάντων ὁ ἀγών». Ἡ φράσις δὲ αὕτη ἱκανὴν ἀπάντησιν τοῖς συγχρόνοις ἡμῖν δοκησισόφοις δίδωσι, τοῖς φάσκουσι ὅτι ὁ ἐν ἔτει 1821 ἀρξάμενος ἀγὼν ἡμῶν οὐκ ἐθνικὸς ἀλλὰ κοινωνικὸς ἦν. Οὐκ ἀπέβλεπε δηλαδὴ εἰς τὴν τῆς πατρίδος ἀπελευθέρωσιν ἀλλὰ εἰς τὴν τῶν ἀδικουμένων κοινωνικῶν ὁμάδων δικαίωσιν. Ἀλλὰ τίς ἡμᾶς ἀναγκάζει δυοῖν θάτερον καὶ οὐχὶ ἀμφότερα (=τὸ ἕνα ἀπὸ τὰ δύο καὶ ὄχι και τὰ δύο) δέχεσθαι;…

  • Βίος καὶ πολιτεία Ἁγίων,  Γενικά,  Ἐκδόσεις,  Μπορεῖ νὰ μᾶς Ἐνδιαφέρῃ...,  Νὰ ἀνεβοῦμε λίγο ψηλότερα,  Σύγχρονη Οἰκογένεια

    Ἡ Δορκὰς τῶν Ἀθηνῶν (κύριο ἄρθρο Φεβρουαρίου)

    Οὐρανὸς πολύαστρος ἐστὶ ἡ ἐκκλησία καὶ κῆπος χαρίτων, ἀγαπητοὶ ἀναγνῶσται. Ὡς γέννημα δὲ ἀγάπης, ἐνισχυομένη τῷ τοῦ Σωτῆρος ζωογόνῳ αἵματι καὶ πεποικιλμένη τῷ φωτὶ τῆς Ἀναστάσεώς Του, πορεύεται διαρκῶς κατὰ πάντα χρόνον καὶ χῶρον κηρύττουσα τὸν τῆς σωτηρίας λόγον καὶ καλοῦσα πάντας πρὸς τὴν ἀληθινὴν πίστιν, ζωήν τε καὶ πολιτείαν, ἵνα φωτόμορφα τέκνα καὶ ἀγλαόκαρπα τῆς ἀγάπης βλαστήματα ἅπαντες οἱ πιστοὶ καταστῶμεν. Τοιοῦτο ἕν καλλιέλαιον βλάστημα καὶ φωταυγὲς μετέωρον ἐστὶ ἡ τῶν Ἀθηνῶν νέα δορκάς, ἡ Ἁγία τῶν Ἀθηνῶν Φιλοθέη. Ἀναφυεῖσα αὗτη ἐκ τῆς Ἀττικῆς γῆς κληρονομίαν ἔσχε σύμφυτον τὴν ἱλαρότητα τῆς ἐλαίας, τὴν καθαρότητα τοῦ ἀττικοῦ οὐρανοῦ καὶ τὸ ὀρέγεσθαι τοῦ εἰδέναι. Διὸ καὶ ῥαδίως τὴν θεόσταλτον κλῆσιν δεξαμένη…